Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.370 Joseph. AJ 8.374 (English) >>Joseph. AJ 8.378

8.372τοῦ δʼ Ἀχάβου μὴ καυχᾶσθαι δεῖν ἀποκριναμένου καθωπλισμένον ἀλλὰ τῇ μάχῃ κρείττω γενόμενον, ἐλθόντες οἱ πρέσβεις καὶ δειπνοῦντα καταλαβόντες τὸν βασιλέα μετὰ τριάκοντα καὶ δύο βασιλέων συμμάχων ἐδήλωσαν αὐτῷ τὴν ἀπόκρισιν· δʼ εὐθέως τοῦτο προσέταξε καὶ περιχαρακοῦν τὴν πόλιν καὶ χώματα βάλλεσθαι καὶ μηδένα τρόπον ἀπολιπεῖν πολιορκίας. 8.373ἦν δʼ Ἄχαβος τούτων πραττομένων ἐν ἀγωνίᾳ δεινῇ σὺν παντὶ τῷ λαῷ· θαρρεῖ δὲ καὶ τῶν φόβων ἀπολύεται προφήτου τινὸς αὐτῷ προσελθόντος καὶ φήσαντος αὐτῷ τὸν θεὸν ὑπισχνεῖσθαι ποιήσειν τὰς τοσαύτας τῶν πολεμίων μυριάδας ὑποχειρίους. 8.374πυθομένῳ δέ, διὰ τίνων ἂν νίκη γένοιτο, “διὰ τῶν παίδων, εἶπε, τῶν ἡγεμόνων ἡγουμένου σοῦ διὰ τὴν ἀπειρίαν ἐκείνων.” καλέσαντος δὲ τοὺς τῶν ἡγεμόνων υἱούς, εὑρέθησαν δʼ ὡς διακόσιοι καὶ τριακονταδύο, μαθὼν τὸν Σύρον πρὸς εὐωχίαν καὶ ἄνεσιν τετραμμένον ἀνοίξας τὰς πύλας ἐξέπεμψε τοὺς παῖδας. 8.375τῶν δὲ σκοπῶν δηλωσάντων τοῦτο τῷ Ἀδάδῳ πέμπει τινὰς ὑπαντησομένους ἐντειλάμενος, ἂν μὲν εἰς μάχην ὦσι προεληλυθότες, ἵνα δήσαντες ἀγάγωσι πρὸς αὐτόν, ἂν δʼ εἰρηνικῶς, ὅπως ταὐτὸ ποιῶσιν. 8.376εἶχε δʼ ἑτοίμην Ἄχαβος καὶ τὴν ἄλλην στρατιὰν ἐντὸς τῶν τειχῶν. οἱ δὲ τῶν ἀρχόντων παῖδες συμβαλόντες τοῖς φύλαξι πολλοὺς αὐτῶν ἀποκτείνουσι καὶ τοὺς ἄλλους ἄχρι τοῦ στρατοπέδου διώκουσιν. ἰδὼν δὲ τούτους νικῶντας βασιλεὺς ἐξαφίησι καὶ τὴν ἄλλην στρατιὰν ἅπασαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.370 Joseph. AJ 8.374 (English) >>Joseph. AJ 8.378

Powered by PhiloLogic